{
  "schemaVersion": "early-church-document@2",
  "documentId": "justin-second-apology",
  "title": "Second Apology",
  "author": "Justin Martyr",
  "languageOfOrigin": "",
  "text": {
    "content": "ΑΠΟΛΟΓΙΑ ΙΙ.\n\nΚαὶ τὰ χθὲς δὲ καὶ πρώην ἐν τῇ πόλει ὑμῶν γενόμενα ἐπὶ Οὐρβίκου, ὦ Ῥωμαῖοι,\nκαὶ τὰ πανταχοῦ ὁμοίως ὑπὸ τῶν ἡγουμένων ἀλόγως πραττόμενα ἐξηνάγκασέ με\nὑπὲρ ὑμῶν, ὁμοιοπαθῶν ὄντων καὶ ἀδελφῶν, κἂν ἀγνοῆτε καὶ μὴ θέλητε διὰ τὴν\nδόξαν τῶν νομιζομένων ἀξιωμάτων, τὴν τῶνδε τῶν λόγων σύνταξιν ποιήσασθαι.\nΠανταχοῦ γάρ, ὃς ἂν σωφρονίζηται ὑπὸ πατρὸς ἢ γείτονος ἢ τέκνου ἢ φίλου ἢ\nἀδελφοῦ ἢ ἀνδρὸς ἢ γυναικὸς κατ᾿ ἔλλειψιν, (χωρὶς τῶν πεισθέντων τοὺς\nἀδίκους καὶ ἀκολάστους ἐν αἰωνίῳ πυρὶ κολασθήσεσθαι, τοὺς δ᾿ ἐναρέτους καὶ\nὁμοίως Χριστῷ βιώσαντας ἐν ἀπαθείᾳ συγγενήσεσθαι τῷ θεῷ, λέγομεν δὲ τῶν\nγενομένων Χριστιαῶν), διὰ τὸ δυσμετάθετον καὶ φιλήδονον καὶ δυσκίνητον πρὸς\nτὸ καλὸν ὁρμῆσαι, καὶ οἱ φαῦλοι δαίμονες, ἐχθραίνοντες ἡμῖν καὶ τοὺς\nτοιούτους δικαστὰς ἔχοντες ὑποχειρίους καὶ λατρεύοντας, ὡς οὖν ἄρχοντας\nδαιμονιῶντας, φονεύειν ἡμᾶς παρασκευάζουσιν. Ὅπως δὲ καὶ ἡ αἰτία τοῦ παντὸς\nγενομένου ἐπὶ Οὐρβίκου φανερὸ ὑμῖν γένηται, τὰ πεπραγμένα ἀπαγγελῶ.\n\nΓυνή τις συνεβίου ἀνδρὶ ἀκολασταίνοντι, ἀκολασταίνουσα καὶ αὐτὴ πρότερον.\nἘπεὶ δὲ τὰ τοῦ Χριστοῦ διδάγματα ἔγνω, αὐτὴ ἐσωφρονίσθη καὶ τὸν ἄνδρα ὁμοίως\nσωφρονεῖν πείθειν ἐπειρᾶτο, τὰ διδάγματα ἀναφέρουσα, τήν τε μέλλουσαν τοῖς\nοὐ σωφρόνως καὶ μετὰ λόγου ὀρθοῦ βιοῦσιν ἔσεσθαι ἐν αἰωνίῳ πυρὶ κόλασιν\nἀπαγγέλλουσα. Ὁ δὲ ταῖς αὐταῖς ἀσελγείαις ἐπιμένων ἀλλοτρίαν διὰ τῶν πράξεων\nἐποιεῖτο τὴν γαμετήν. Ἀσεβὲς γὰρ ἡγουμένη τὸ λοιπὸν ἡ γυνὴ συγκατακλίνεσθαι\nἀνδρί, παρὰ τὸν τῆς φύσεως νόμον καὶ παρὰ τὸ δίκαιον πόρους ἡδονῆς ἐκ παντὸς\nπειρωμένῳ ποιεῖσθαι, τῆς συζυγίας χωρισθῆναι ἐβουλήθη. Καὶ ἐπεὶ ἐξεδυσωπεῖτο\nὑπο τῶν αὐτῆς, ἔτι προσμένειν συμβουλευόντων, ὡς εῖς ἐλπίδα μεταβολῆς\nἥξοντός ποτε τοῦ ἀνδρός, βιαζομένη ἑαυτὴν ἐπέμενεν. Ἐπειδὴ δὲ ὁ ταύτης ἀνὴρ\nεἰς τὴν Ἀλεξάνδρειαν πορευθεὶς χαλεπώτερα πράττειν ἀπηγγέλθη, ὅπως μὴ\nκοινωνὸς τῶν ἀδικημάτων καὶ ἀσεβημάτων γένηται μένουσα ἐν τῇ συζυγίᾳ καὶ\nὁμοδίαιτος καὶ ὁμόκοιτος γινομένη, τὸ λεγόμενον παρ᾿ ὑμῖν ῥεπούδιον δοῦσα\nἐχωρίσθη. Ὁ δὲ καλὸς κἀγαθὸς ταύτης ἀνήρ, δέον αὐτὸν χαίρειν, ὅτι, ἃ πάλαι\nμετὰ τῶν ὑπηρετῶν καὶ τῶν μισθοφόρων εὐχερῶς ἔπραττε, μέθαις χαίρουσα καὶ\nκακίᾳ πάσῃ, τούτων μὲν τῶν πράξεων πέπαυτο καὶ αὐτὸν τὰ αὐτὰ παύσασθαι\nπράττοντα ἐβούλετο, μὴ βουλομένου ἀπαλλαγείσης κατηγορίαν πεποίηται, λέγων\nαὐτὴν Χριστιανὴν εἶναι. Καὶ ἡ μὲν βιβλίδιόν σοι τῷ αὐτοκράτορι ἀναδέδωκε,\nπρότερον συγχωρηθῆναι αὐτῇ διοικήσασθαι τὰ ἑαυτῆς ἀξιοῦσα, ἔπειτα\nἀπολογήσασθαι περὶ τοῦ κατηγορήματος μετὰ τὴν τῶν πραγμάτων αὐτῆς διοίκησιν,\nκαὶ συνεχώρησας τοῦτο. Ὁ δὲ ταύτης ποτὲ ἀνήρ, πρὸς ἐκείνην μὲν μὴ δυνάμενος\nτανῦν ἔτι λέγειν, πρὸς Πτολεμαῖόν τινα, ὃν Οὔρβικος ἐκαλέσατο, διδάσκαλον\nἐκείνης τῶν Χριστιανῶν μαθημάτων γενόμενον ἐτράπετο διὰ τοῦδε τοῦ\nτρόπου. Ἑκατόνταρχον εἰς δεσμὰ ἐμβαλόντα τὸν Πτολεμαῖον, φίλον\nαὐτῷ ὑπάρχοντα, ἔπεισε λαβέσθαι τοῦ Πτολεμαίου καὶ ἀνερωτῆσαι, εἰ, αὐτὸ\nτοῦτο μόνον, Χριστιανός ἐστι. Καὶ τὸν Πτολεμαῖον, φιλαλήθη ἀλλ᾿ οὐκ ἀπατηλὸν\nοὐδὲ ψευδολόγον τὴν γνώμην ὄντα, ὁμολογήσαντα ἑαυτὸν εἶναι Χριστιανόν, ἐν\nδεσμοῖς γενέσθαι ὁ ἑκατόνταρχος πεποίηκε, καὶ ἐπὶ πολὺν χρόνον ἐν τῷ\nδεσμωτηρίῳ ἐκολάσατο. Τελευταῖον δέ, ὅτε ἐπὶ Οὔρβικον ἤχθη ὁ ἄνθρωπος,\nὁμοίως αὐτὸ τοῦτο μόνον ἐξητάσθη, εἰ εἴη Χριστιανός. Καὶ πάλιν, τὰ καλὰ\nἑαυτῷ συνεπιστάμενος διὰ τὴν ἀπὸ τοῦ Χριστοῦ διδαχήν, τὸ διδασκάλιον τῆς\nθείας ἀρετῆς ὡμολόγησεν. Ὁ γὰρ ἀρνούμενος ὁτιοῦν ἢ κατεγνωκὼς τοῦ πράγματος\nἔξαρνος γίνεται, ἢ ἑαυτὸν ἀνάξιον ἐπιστάμενος καὶ ἀλλότριον τοῦ πράγματος\nτὴν ὁμολογίαν φεύγει· ὦν οὐδὲν πρόσεστι τῷ ἀληθινῷ Χριστιανῷ. Καὶ τοῦ\nΟὐρβίκου κελεύσαντος αὐτὸν ἀπαχθῆναι, Λούκιός τις, καὶ αὐτὸς ὢν Χριστιανός,\nὁρῶν τὴν ἀλόγως οὕτω γενομένην κρίσιν, πρὸς τὸν Οὔρβικον ἔφη· Τίς ἡ αἰτία,\nτοῦ μήτε μοιχὸν μήτε πόρνον μήτε ἀνδροφόνον μήτε λωποδύτην μήτε ἅρπαγα μήτε\nἁπλῶς ἀδίκημά τι πράξαντα ἐλεγχόμενον, ὀνόματος δὲ Χριστιανοῦ προσωνυμίαν\nὁμολογοῦντα τὸν ἄνθρωπον τοῦτον ἐκολάσω; Οὐ πρέποντα Εὐσεβεῖ αὐτοκράτορι\nοὐδὲ φιλοσόφῳ Καίσαρος παιδὶ οὐδὲ τῇ ἱερᾷ συγκλήτῳ κρίνεις, ὦ Οὔρβικε. Καὶ\nὃς οὐδὲν ἄλλο ἀποκρινάμενος καὶ πρὸς τὸν Λούκιον ἔφη· Δοκεῖς μοι καὶ σὺ\nεἶναι τοιοῦτος. Καὶ τοῦ Λουκίου φήσαντος· Μάλιστα, πάλιν καὶ αὐτὸν ἀπαχθῆναι\nἐκέλευσεν. Ὁ δὲ καὶ χάριν εἰδέναι ὡμολόγει, πονηρῶν δεσποτῶν τῶν τοιούτων\nἀπηλλάχθαι γινώσκων καὶ πρὸς τὸν πατέρα καὶ βασιλέα τῶν οὐρανῶν πορεύεσθαι.\nΚαὶ ἄλλος δὲ τρίτος ἐπελθὼν κολασθῆναι προσετιμήθη.\n\nὍπως δὲ μή τις εἴπη· Πάντες οὖν ἑαυτους\nφονεύσαντες πορεύεσθε ἤδη παρὰ τὸν θεὸν καὶ ἡμῖν πράγματα μὴ παρέχετε, ἐρῶ\nδι᾿ ἣν αἰτίαν τοῦτο οὐ πράττομεν καὶ δι᾿ ἣν ἐξεταζόμενοι ἀφόβως ὁμολογοῦμεν.\nΟὐκ εἰκῇ τὸν κόσμον πεποιηκέναι τὸν θεὸν δεδιδάγμεθα, ἀλλ᾿ ἢ διὰ τὸ\nἀνθρώπειον γένος· χαίρειν τε τοῖς τὰ προσόντα αὐτῷ μιμουμένοις φροέφημεν\nἀπαρέσκεσθαι δὲ τοῖς τὰ φαῦλα ἀσπαζομένοις ἢ λόγῳ ἢ ἔργῳ. Εἰ οὖν πάντες\nἑαυτοὺς φονεύσομεν, τοῦ μὴ γεννηθῆναί τινα καὶ μαθητευθῆναι εἰς τὰ θεῖα\nδιδάγματα ἢ καὶ μὴ εἶναι τὸ ἀνθρώπειον γένος, ὅσον ἐφ᾿ ἡμῖν, αἰτιοι ἐσόμεθα,\nἐναντίον τῇ τοῦ θεοῦ βουλῇ καὶ αὐτοὶ ποιοῦντες, ἐὰν τοῦτο πράξωμεν.\nἘξεταζόμενοι δὲ οὐκ ἀρνοίμεθα διὰ τὸ συνεπίστασθαι ἑαυτοῖς μηδὲν φαῦλον,\nἀσεβὲς δὲ ἡγούμενοι μὴ κατὰ πάντα ἀληθεύειν, ὃ καὶ φίλον τῷ θεῷ γινώσκομεν,\nὑμᾶς δὲ καὶ τῆς ἀδίκου προλήψεως ἀπαλλάξαι νῦν σπεύδοντες.\n\nΕἰ δέ τινα ὑπέλθοι καὶ ἡ ἔννοια αὕτη\nὅτι, εἰ θεὸν ὡμολογοῦμεν βοηθόν, οὐκ ἄν, ὡς λέγομεν, ὑπὸ ἀδίκων ἐκρατούμεθα\nκαὶ ἐτιμωρούμεθα, καὶ τοῦτο διαλύσω. Ὁ θεὸς τὸν πάντα κόσμον ποιήσας καὶ τὰ\nἐπίγεια ἀνθρώποις ὑποτάξας καὶ τὰ οὐράνια στοιχεῖα εἰς αὔξησιν καρπῶν καὶ\nὡρῶν μεταβολὰς κοσμήσας καὶ θεῖον τούτοις νόμον τάξας, ἃ καὶ αὐτὰ δι᾿\nἀνθρώπους φαίνεται πεποιηκώς, τὴν μὲν τῶν ἀνθρώπων καὶ τῶν ὑπὸ τὸν οὐρανὸν\nπρόνοιαν ἀγγέλοις, οὓς ἐπὶ τούτοις ἔταξε, παρέδωκεν. Οἱ δ᾿ ἄγγελοι,\nπαραβάντες τήνδε τὴν τάξιν, γυναικῶν μίξεσιν ἡττήθησαν καὶ παῖδας ἐτέκνωσαν,\nοἵ εἰσιν οἱ λεγόμενοι δαίμονες. Καὶ προσέτι λοιπὸν τὸ ἀνθρώπειον γένος\nἑαυτοῖς ἐδούλωσαν· τὰ μὲν διὰ μαγικῶν γραφῶν, τὰ δὲ διὰ φόβων καὶ τιμωριῶν,\nὧν ἐπέφερον, τὸ δὲ διὰ διδαχῆς θυμάτων καὶ θυμιαμάτων καὶ σπονδῶν, ὧν\nἐνδεεῖς γεγόνασι μετὰ τὸ πάθεσιν ἐπιθυμιῶν δουλωθῆναι· καὶ εἰς ἀνθρώπους\nφόνους, πολέμους, μοιχείας, ἀπολασίας καὶ πᾶσαν κακίαν ἔσπειραν. Ὅθεν καὶ\nποιηταὶ καὶ μυθολόγοι, ἀγνοοῦντες τοὺς ἀγγέλους καὶ τοὺς ἐξ αὐτῶν\nγεννηθέντας δαίμονας\nταῦτα πρᾶξαι εἰς ἄῤῥενας καὶ θηλείας καὶ\nπόλεις καὶ ἔθνη, ἅπερ συνέγραψαν, εἰς αὐτὸν τὸν θεὸν καὶ τοὺς ὡς ἀπ᾿ αὐτοῦ\nσπορᾷ γενομένους υἱοὺς καὶ τῶν λεχθέντων ἐκείνου ἀδελφῶν καὶ τέκνων ὁμοίως\nτῶν ἀπ᾿ ἐκείνων, Ποσειδῶνος καὶ Πλούτωνος, ἀνήνεγκαν. Ὀνόματι γὰρ ἕκαστον,\nὅπερ ἕκαστος ἑαυτῷ τῶν ἀγγέλων καὶ τοῖς τέκνοις ἔθετο, προσηγόρευσαν.\n\nὌνομα δὲ τῷ πάντων πατρὶ θετόν, ἀγεννήτῳ\nὄντι, οὐκ ἔστιν· ᾧ γὰρ ἂν καὶ ὄνομά τι προσαγορεύεται, πρεσβύτερον ἔχει τὸν\nθέμενον τὸ ὄνομα. Τὸ δὲ πατὴρ καὶ θεὸς καὶ κτίστης καὶ κύριος καὶ δεσπότης\nοὐκ ὀνόματά ἐστιν, ἀλλ᾿ ἐκ τῶν εὐποιϊῶν καὶ τῶν ἔργων προσρήσεις. Ὁ δὲ υἱὸς\nἐκείνου, ὁ μόνος λεγόμενος κυρίως υἱός, ὁ λόγος πρὸ τῶν ποιημάτων καὶ συνὼν\nκαὶ γεννώμενος, ὅτε τὴν ἀρχὴν δι᾿ αὐτοῦ πάντα ἔκτισε καὶ ἐκόσμησε, Χριστὸς\nμὲν κατὰ τὸ κεχρῖσθαι καὶ κοσμῆσαι τὰ πάντα δι᾿ αὐτοῦ τὸν θεὸν λέγεται,\nὄνομα καὶ αὐτὸ περιέχον ἄγνωστον σημασίαν, ὃν τρόπον καὶ τὸ θεὸς\nπροσαγόρευμα οὐκ ὄνομά ἐστιν, ἀλλὰ πράγματος δυσεξηγήτου ἔμφυτος τῇ φύσει\nτῶν ἀνθρώπων δόξα. Ἰησοῦς δὲ καὶ ἀνθρώπου καὶ σωτῆρος ὄνομα καὶ σημασίαν\nἔχει. Καὶ γὰρ καὶ ἄνθρωπος, ὡς προέφημεν, γέγονε κατὰ τὴν τοῦ θεοῦ καὶ\nπατρὸς βουλὴν ἀποκυηθεὶς ὑπὲρ τῶν πιστευόντων ἀνθρώπων καὶ ἐπὶ καταλύσει τῶν\nδαιμόνων· καὶ νῦν ἐκ τῶν ὑπ᾿ ὄψιν γινομένων μαθεῖν δύνασθε. Δαιμονιολήπτους\nγὰρ πολλοὺς κατὰ πάντα τὸν κόσμον καὶ ἐν τῇ ὑμετέρᾳ πόλει πολλοὶ τῶν\nἡμετέρων ἀνθρώπων, τῶν Χριστιανῶν, ἐπορκίζοντες κατὰ τοῦ ὀνόματος Ἰησοῦ\nΧριστοῦ, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ὑπὸ τῶν ἄλλων πάντων\nἐπορκιστῶν καὶ ἐπᾳστῶν καὶ φαρμακευτῶν μὴ ἰαθέντας, ἰάσαντο καὶ ἔτι νῦν\nἰῶνται, καταργοῦντες καὶ ἐκδιώκοντες τοὺς κατέχοντας τοὺς ἀνθρώπους\nδαίμονας.\n\nὍθεν καὶ ἐπιμένει ὁ θεὸς τὴν σύγχυσιν\nκαὶ κατάλυσιν τοῦ παντὸς κόσμου μὴ ποιῆσαι, ἵνα καὶ οἱ φαῦλοι ἄγγελοι καὶ\nδαίμονες καὶ ἄνθρωποι μηκέτι ὦσι, διὰ τὸ σπέρμα τῶν Χριστιανῶν, ὃ γινώσκει\nἐν τῇ φύσει ὅτι αἴτιόν ἐστιν. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν οὐδὲ ὑμῖν ταῦτα\nἔτι ποιεῖν καὶ ἐνεργεῖσθαι ὑπὸ τῶν φαύλων δαιμόνων δυνατὸν ἦν, ἀλλὰ τὸ πῦρ\nτὸ τῆς κρίσεως κατελθὸν ἀνέδην πάντα διέκρινεν, ὡς καὶ πρότερον ὁ\nκατακλυσμὸς μηδένα λιπὼν ἀλλ᾿ ἢ τὸν μόνον σὺν τοῖς ἰδίοις παρ᾿ ἡμῖν\nκαλούμενον Νῶε, παρ᾿ ὑμῖν δὲ Δευκαλίωνα, ἐξ οὗ πάλιν οἱ τοσοῦτοι γεγόνασιν,\nὧν οἱ μὲν φαῦλοι, οἱ δὲ σπουδαῖοι. Οὕτω γὰρ ἡμεῖς τὴν ἐκπύρωσίν φαμεν\nγενήσεσθαι, ἀλλ᾿ οὐχ, ὡς οἱ Στωϊκοί, κατὰ τὸν τῆς εἰς ἄλληλα πάντων\nμεταβολῆς λόγον, ὃ αἴσχιστον ἐφάνη· ἀλλ᾿ οὐδὲ καθ᾿ εἱμαρμένην πράττειν τοὺς\nἀνθρώπους ἢ πάσχειν τὰ γινόμενα, ἀλλὰ κατὰ μὲν τὴν προαίρεσιν ἕκαστον\nκατορθοῦν ἢ ἁμαρτάνειν, καὶ κατὰ τὴν τῶν φαύλων δαιμόνων ἐνέργειαν τοὺς\nσπουδαίους, οἷον Σωκράτην\nκαὶ τοὺς ὁμοίους, διώκεσθαι καὶ ἐν\nδεσμοῖς εἶναι, Σαρδανάπαλον δὲ καὶ Ἐπίκουρον καὶ τοὺς ὁμοίους ἐν ἀφθονίᾳ καὶ\nδόξῃ δοκεῖν εὐδαιμονεῖν. Ὃ μὴ νοήσαντες οἱ Στωϊκοὶ καθ᾿ εἱμαρμένης ἀνάγκην\nπάντα γίνεσθαι ἀπεφήναντο. Ἀλλ᾿ ὅτι αὐτεξούσιον τό τε τῶν ἀγγέλων γένος καὶ\nτῶν ἀνθρώπων τὴν ἀρχὴν ἐποίησεν ὁ θεός, δικαίως ὑπὲρ ὦν ἂν πλημμελήσωσι τὴν\nτιμωρίαν ἐν αἰωνίῳ πυρὶ κομίσονται. Γενητοῦ δὲ παντὸς ἥδε ἡ φύσις, κακίας\nκαὶ ἀρετῆς δεκτικὸν εἶναι· οὐ γὰρ ἂν ἦν ἐπαινετὸν οὐδὲν αὐτῶν, εἰ οὐκ ἂν ἐπ᾿\nἀμφότερα τρέπεσθαι καὶ δύναμιν εἶχε. Δεικνύουσι δὲ τοῦτο καὶ οἱ πανταχοῦ\nκατά λόγον τὸν ὀρθὸν νομοθετήσαντες καὶ φιλοσοφήσαντες ἄθρωποι ἐκ τοῦ\nὑπαγορεύειν τάδε μὲν πράττειν, τῶνδε δὲ ἀπέχεσθαι. Καὶ σι῾ Στωϊκοὶ φιλόσοφοι\nἐν τῷ περὶ ἠθῶν λόγῳ τὰ αὐτὰ τιμῶσι καρτερῶς, ὡς δηλοῦσθαι ἐν τῷ περὶ ἀρχῶν\nκαὶ ἀσωμάτων λόγῳ οὐκ εὐοδοῦν αὐτούς. Εἴτε γὰρ καθ᾿ εἱμαρμένην φήσουσι τὰ\nγινόμενα πρὸς ἀνθρώπων γίνεσθαι, ἢ μηδὲν εἶναι θεὸν παρὰ τρεπόμενα καὶ\nἀλλοιούμενα καὶ ἀναλυόμενα εἰς τὰ αὐτὰ ἀεί, φθαρτῶν μόνων φανήσονται\nκατάληψιν ἐσχηκέναι καὶ αὐτὸν θεὸν διά τε τῶν μερῶν καὶ διὰ τοῦ ὅλου ἐν πάσῃ\nκακίᾳ γινόμενον ἢ μηδὲν εἶναι κακίαν μηδ᾿ ἀρετήν· ὅπερ καὶ παρὰ πᾶσαν\nσώφρονα ἔννοιαν καὶ λόγον καὶ νοῦν ἐστι.\n\nΚαὶ τοὺς ἀπὸ τῶν Στωϊκῶν δὲ δογμάτων,\nἐπειδὴ κἂν τὸν ἠθικὸν λόγον κόσμιοι γεγόνασιν, ὡς καὶ ἔν τισιν σι῾ ποιηταί,\nδιὰ τὸ ἔμφυτον παντὶ γένει ἀνθρώπων σπέρμα τοῦ λόγου, μεμισῆσθαι καὶ\nπεφονεῦσθαι οἴδαμεν· Ἡράκλειτον μέν, ὡς προέφημεν, καὶ Μουσώνιον δὲ ἐν τοῖς\nκαθ᾿ ἡμᾶς καὶ ἄλλους οἴδαμεν. Ὡς γὰρ ἐσημάναμεν, πάντας τοὺς κἂν ὁπωσδήποτε\nκατὰ λόγον βιοῦν σπουδάζοντας καὶ κακίαν φεύγειν μισεῖσθαι ἀεὶ ἐνήργησαν οἱ\nδαίμονες. Οὐδὲν δὲ θαυμαστόν, εἰ τοὺς οὐ κατὰ σπερματικοῦ λόγου μέρος, ἀλλὰ\nκατὰ τὴν τοῦ παντὸς λόγου, ὅ ἐστι Χριστοῦ, γνῶσιν καὶ θεωρίαν πολὺ μᾶλλον\nμισεῖσθαι οἱ δαίμονες ἐλεγχόμενοι ἐνεργοῦσιν· οἳ τὴν ἀξίαν κόλασιν καὶ\nτιμωρίαν κομίσονται ἐν αἰωνίῳ πυρὶ ἐγκλεισθέντες. Εἰ γὰρ ὑπὸ τῶν ἀνθρώπων\nἤδη διὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ ἡττῶνται, δίδαγμά ἐστι τῆς καὶ μελλούσης\nαὐτοῖς καὶ τοῖς λατρεύουσιν αὐτοῖς ἐσομένης ἐν πυρὶ αἰωνίῳ κολάσεως. Οὕτως\nκαὶ γὰρ οἱ προφῆται πάντες προεκήρυξαν γενήσεσθαι, καὶ Ἰησοῦς ὁ ἡμέτερος\nδιδάσκαλος ἐδίδαξε.\n\nΚἀγὼ οὖν προσδοκῶ ὑπό τινος τῶν\nὠνομασμένων ἐπιβουλευθῆναι καὶ ξύλῳ ἐμπαγῆναι, ἢ κἂν ὑπὸ Κρίσκεντος τοῦ\nφιλοψόφου καὶ\nφιλοκόμπου. Οὐ γὰρ φιλόσοφον εἰπεῖν ἄξιον τὸν\nἄνδρα, ὅς γε περὶ ἡμῶν ἃ μὴ ἐπίσταται δημοσίᾳ καταμαρτυρεῖ, ὡς ἀθέων καὶ\nἀσεβῶν Χριστιανῶν ὄντων, πρὸς χάριν καὶ ἡδονὴν τῶν πολλῶν τῶν πεπλανημένων\nταῦτα πράττων. Εἴτε γὰρ μὴ ἐντυχὼν τοῖς τοῦ Χριστοῦ διδάγμασι κατατρέχει\nἡμῶν, παμπόνηρός ἐστι καὶ ἰδιωτῶν πολὺ χείρων, οἳ φυλάττονται πολλάκις περὶ\nὧν οὐκ ἐπίστανται διαλέγεσθαι καὶ ψευδομαρτυρεῖν· ἢ εἰ ἐντυχών, μὴ συνῆκε τὸ\nἐν αὐτοῖς μεγαλεῖον ἢ συνεὶς πρὸς τὸ μὴ ὑποπτευθῆναι τοιοῦτος ταῦτα ποιεῖ,\nπολὺ μᾶλλον ἀγεννὴς καὶ παμπόνηρος, ἰδιωτικῆς καὶ ἀλόγου δόξης καὶ φόβου\nἐλάττων ὤν. Καὶ γὰρ προσθέντα με καὶ ἐρωτήσαντα αὐτὸν ἐρωτήσεις τινὰς\nτοιαύτας καὶ μαθεῖν καὶ ἐλέγξαι, ὅτι ἀληθῶς μηδὲν ἐπίσταται, εἰδέναι ὑμᾶς\nβούλομαι. Καὶ ὅτι ἀληθῆ λέγω, εἰ μὴ ἀνηνέχθησαν ὑμῖν αἱ κοινωνίαι τῶν λόγων,\nἕτοιμος καὶ ἐφ᾿ ὑμῶν κοινωνεῖν τῶν ἐρωτήσεων πάλιν· βασιλικὸν δ᾿ ἂν καὶ\nτοῦτο ἔργον εἴη. Εἰ δὲ καὶ ἐγνώσθησαν ὑμῖν αἱ ἐρωτησεις μου καὶ αἱ ἐκείνου\nἀποκρίσεις, φανερὸν ὑμῖν ἐστιν, ὅτι οὐδὲν τῶν ἡμετέρων ἐπίσταται· ἢ εἰ καὶ\nἐπίσταται, διὰ τοὺς ἀκούοντας δὲ οὐ τολμᾷ λέγειν ὁμοίως Σωρκάτει, ὡς\nπροέφην, οὐ φιλόσοφος ἀλλὰ φιλόδοξος ἀνὴρ δείκνυται, ὅς γε μηδὲ τὸ\nσωκρατικὸν ἀξιέραστον ὂν τιμᾷ· Ἀλλ᾿ οὔτι γε πρὸ τῆς ἀληθείας τιμητέος ἀνήρ“.\nἈδύνατον δὲ Κυνικῷ. ἀδιάφορον τὸ τέλος προθεμένῳ, τὸ ἀγαθὸν εἰδέναι πλὴν\nἀδιαφορίας.\n\nἸνα δὲ μή τις εἰπῃ τὸ λεγόμενον ὑπὸ τῶν νομιζομένων φιλοσόφων, ὅτι κόμποι καὶ\nφόβητρά ἐστι τὰ λεγόμενα ὑφ ἡμῶν ὅτι κολάζονται ἐν αἰωνίῳ πυρὶ οἱ ἄδικοι,\nκαὶ διὰ φόβον ἀλλ᾿ οὐ διὰ τὸ καλὸν εἶναι καὶ ἀρεστὸν ἐναρέτως βιοῦν τοὺς\nἀνθρώπους ἀξιοῦμεν, βραχυεπῶς πρὸς τοῦτο ἀποκρινοῦμαι, ὅτι, εἰ μὴ τοῦτό\nἐστιν, οὔτε ἔστι θεός, ἤ, εἰ ἔστιν, οὐ μέλει αὐτῷ τῶν ἀνθρώπων, καὶ οὐδέν\nἐστιν ἀρετὴ οὐδὲ κακία, καί, ὡς προέφημεν, ἀδίκως τιμωροῦσιν οἱ νομοθέται\nτοὺς παραβαίνοντας τὰ διατεταγμένα καλά. Ἀλλ᾿ ἐπεὶ οὐκ ἄδικοι ἐκεῖνοι καὶ ὁ\nαὐτῶν πατήρ, τὰ αὐτὸ αὐτῷ πράττειν διὰ τοῦ λόγου διδάσκων, οἱ τούτοις\nσυντιθέμενοι οὐκ ἄδικοι. Ἐὰν δέ τις τοὺς διαφόρους νόμους τῶν ἀνθρώπων\nπροβάληται, λέγων, ὅτι παρ᾿ οἷς μὲν ἀνθρώποις τάδε καλά, τάδε αἰσχρὰ\nνενόμισται, παρ᾿ ἄλλοις δὲ τὰ παρ᾿ ἐκείνοις αἰσχρὰ καλά, καὶ τὰ καλὰ\nαἰσχρὰ νομίζεται, ἀκουέτω καὶ τῶν εἰς τοῦτο λεγομένων. Καὶ\nνόμους διατάξασθαι τῇ ἑαυτῶν κακίᾳ ὁμοίους τοὺς πονηροὺς ἀγγέλλους\nἐπιστάμεθα, οἷς χαίρουσιν οἱ ὅμοιοι γενόμενοι ἄνθρωποι, καὶ ὀρθὸς λόγος\nπαρελθὼν οὐ πάσας δόξας οὐδὲ πάντα δόγματα καλὰ ἀποδείκνυσιν, ἀλλὰ τὰ μὲν\nφαῦλα, τὰ δὲ ἀγαθά· ὥστε μοι καὶ πρὸς τοὺς τοιούτους τὰ αὐτὰ καὶ τὰ ὅμοια\nεἰρήσεται, καὶ λεχθήσεται διὰ πλειόνων, ἐὰν χρεία ᾖ. Τανῦν δὲ ἐπὶ τὸ\nπροκείμενον ἀνέρχομαι.\n\nΜεγαλειότερα μὲν οὖν πάσης ἀνθρωπείου διδασκαλίας φαίνεται τὰ ἡμέτερα διὰ τοῦ\nτὸ λογικὸν τὸ ὅλον τὸν φανέντα δι᾿ ἡμᾶς Χριστὸν γεγονέναι καὶ σῶμα καὶ λόγον\nκαὶ ψυχήν. Ὅσα γὰρ καλῶς ἀεὶ ἐφθέγξαντο καὶ εὗρον οἱ φιλοσοφήσαντες ἢ\nνομοθετήσαντες, κατὰ λόγου μέρος δι᾿ εὑρέσεως καὶ θεωρίας ἐστὶ πονηθέντα\nαὐτοῖς. Ἐπειδὴ δὲ οὐ πάντα τὰ τοῦ λόγου ἐγνώρισαν, ὅς ἐστι Χριστός, καὶ\nἐναντία ἑαυτοῖς πολλάκις εἶπον. Καὶ οἱ προγεγενημένοι τοῦ Χριστοῦ, κατὰ τὸ\nἀνθρώπινον λόγῳ πειραθέντες τὰ πράγματα θεωρῆσαι καὶ ἐλέγξαι, ὡς ἀσεβεῖς καὶ\nπερίεργοι εἰς δικαστήρια ἤχθησαν. Ὁ πάντων δὲ αὐτῶν εὐτονώτερος πρὸς τοῦτο\nγενόμενος Σωκράτης τὰ αὐτὰ ἡμῖν ἐνεκλήθη· καὶ γὰρ ἔφασαν αὐτὸν καινὰ\nδαιμόνια εἰσφέρειν, καὶ οὓς ἡ πόλις νομίζει θεοὺς μὴ ἡγεῖσθαι αὐτόν. Ὁ δὲ\nδαίμονας μὲν τοὺς φαύλους καὶ τοὺς πράξαντας ὰ ἔφασαν οἱ ποιηταί, ἐκβαλὼν\nτῆς πολιτείας καὶ Ὅμηρον καὶ τοὺς ἄλλους ποιητάς, παραιτεῖσθαι τοὺς\nἀνθρώπους ἐδίδαξε, πρὸς θεοῦ δὲ τοῦ ἀγνώστου αὐτοῖς διὰ λόγου ζητήσεως\nἐπίγνωσιν προὐτρέπετο, εἰπών· „Τὸν δὲ πατέρα καὶ δημιουργὸν πάντων οὔθ᾿\nεὑρεῖν ῥᾴδιον, οὔθ᾿ εὑρόντα εἰς πάντας εἰπεῖν ἀσφαλές“. Ἅ ὁ ἡμέτερος Χριστὸς\nδιὰ τῆς ἑαυτοῦ δυνάμεως ἔπραξε. Σωκράτει μὲν γὰρ οὐδεὶς ἐπείσθη ὑπὲρ τούτου\nτοῦ δόγματος ἀποθνήσκειν· Χριστῷ δέ, τῷ καὶ ὑπὸ Σωκράτους ἀπὸ μέρους\nγνωσθέντι (λόγος γὰρ ἦν καὶ ἔστιν ὁ ἐν παντὶ ὤν, καὶ διὰ τῶν προφητῶν\nπροειπὼν τὰ μέλλοντα γίνεσθαι καὶ δι᾿ ἑαυτοῦ ὁμοιοπαθοῦς γενομένου καὶ\nδιδάξαντος ταῦτα), οὐ φιλόσοφοι οὐδὲ φιλόλογοι μόνον ἐπείσθησαν, ἀλλὰ καὶ\nχειροτέχναι καὶ παντελῶς ἰδιῶται, καὶ δόξης καὶ φόβου καὶ θανάτου\nκαταφρονήσαντες· ἐπειδὴ δύναμίς ἐστι τοῦ ἀῤῥήτου πατρὸς καὶ οὐχὶ ἀνθρωπείου\nλόγου τὰ σκεύη.\n\nΟὐκ ἂν δὲ οὐδὲ ἐφονευόμεθα οὐδὲ δυνατώτεροι ἡμῶν ἦσαν οἵ τε ἄδικοι ἄνθρωποι\nκαὶ δαίμονες, εἰ μὴ πάντως παντὶ γεννωμένῳ ἀνθρώπῳ καὶ θανεῖν ὠφείλετο· ὅθεν\nκαὶ τὸ ὄφλημα ἀποδιδόντες εὐχαριστοῦμεν. Καίτοι\nγε καὶ τὸ\nξενοφώντειον ἐκεῖνο νῦν πρός τε Κρίσκεντα καὶ τοὺς ὁμοίως αὐτῷ ἀφραίνοντας\nκαλὸν καὶ εὔκαιρον εἰπεῖν ἡγούμεθα. Τὸν Ἡρακλέα ἐπὶ τρίοδόν τινα ἔφη ὁ\nΞενοφῶν βαδίζοντα εὑρεῖν τήν τε ἀρετὴν καὶ τὴν κακίαν, ἐν γυναικῶν μορφαῖς\nφαινομένας. Καὶ τὴν μὲν κακίαν, ἁβρᾷ ἐσθῆτι καὶ ἐρωτοπεποιημένῳ καὶ ἀνθοῦντι\nἐκ τῶν τοιούτων προσώπῳ, θελκτικήν τε εὐθὺς πρὸς τὰς ὄψεις οὖσαν, εἰπεῖν\nπρὸς τὸν Ἡρακλέα ὅτι, ἢν αὐτῇ ἕπηται, ἡδόμενόν τε καὶ κεκοσμημένον τῷ\nλαμπροτάτῳ καὶ ὁμοίῳ τῷ περὶ αὐτὴν κόσμῳ διαιτήσειν ἀεὶ ποιήσει. Καὶ τὴν\nἀρετὴν ἐν αὐχμηρῷ μὲν τῷ προσώπῳ καὶ τῇ περιβολῇ οὖσαν εἰπεῖν· Ἀλλ᾿ ἢν ἐμοὶ\nπείθῃ, οὐ κόσμῳ οὐδὲ κάλλει τῷ ῥέοντι καὶ φθειρομένῳ ἑαυτὸν κοσμήσεις ἀλλὰ\nτοῖς ἀϊδίοις καὶ καλοῖς κόσμοις. Καὶ πάνθ᾿ ὁντινοῦν πεπείσμεθα, φεύγοντα τὰ\nδοκοῦντα καλά, τὰ δὲ νομιζόμενα σκληρὰ καὶ ἄλογα μετερχόμενον, εὐδαιμονίαν\nἐκδέχεσθαι. Ἡ γὰρ κακία, πρόβλημα ἑαυτῆς τῶν πράξεων τὰ προσόντα τῇ ἀρετῇ\nκαὶ ὄντως ὄντα καλὰ διὰ μιμήσεως ἀφθάρτων περιβαλλομένη (ἄφθαρτον γὰρ οὐδὲν\nἔχει οὐδὲ ποιῆσαι δύναται), δουλαγωγεῖ τοὺς χαμαιπετεῖς τῶν ἀνθρώπων, τὰ\nπροσόντα αὐτῇ φαῦλα τῇ ἀρετῇ περιθεῖσα. Οἱ δὲ νενοηκότες τὰ προσόντα τῷ ὄντι\nκαλὰ καὶ ἄφθαρτοι τῇ ἀρετῇ· ὃ καὶ περὶ Χριστιανῶν καὶ τῶν ἀπὸ τοῦ ἄθλου καὶ\nτῶν ἀνθρώπων τῶν τοιαῦτα πραξάντων, ὁποῖα ἔφασαν οἱ ποιηταὶ περὶ τῶν\nνομιζομένων θεῶν, ὑπολαβεῖν δεῖ πάντα νουνεχῆ, ἐκ τοῦ καὶ τοῦ φευκτοῦ\nκαταφρονεῖν ἡμᾶς θανάτου λογισμὸν ἕλκοντα.\n\nΚαὶ γὰρ αὐτὸς ἐγώ, τοῖς Πλάτωνος· χαίρων διδάγμασι, διαβαλλομένους ἀκούων\nΧριστιανούς, ὁρῶν δὲ ἀφόβους πρὸς θάνατον καὶ πάντα τὰ ἄλλα νομιζόμενα\nφοβερά, ἐνενόουν ἀδύνατον εἶναι ἐν κακίᾳ καὶ φιληδονίᾳ ὑπάρχειν αὐτούς. Τίς\nγὰρ φιλήδονος ἢ ἀκρατὴς καὶ ἀνθρωπείων σαρκῶν βορὰν ἀγαθὸν ἡγούμενος δύναιτο\nἂν θάνατον ἀσπάζεσθαι, ὅπως τῶν αὐτοῦ ἀγαθῶν στερηθῇ, ἀλλ᾿ οὐκ ἐκ παντὸς ζῆν\nμὲν ἀεὶ τὴν ἐνθάδε βιοτὴν καὶ λανθάνειν τοὺς ἄρχοντας ἐπειρᾶτο, οὐχ ὅτι γε\nἑαυτὸν κατήγγελλε φονευθησόμενον; Ἤδη καὶ τοῦτο ἐνήργησαν οἱ φαῦλοι δαίμονες\nδιά τινων πονηρῶν ἀνθρώπων πραχθῆναι. Φονεύοντες γὰρ αὐτοί τινας ἐπὶ\nσυκοφαντίᾳ τῇ εἰς ἡμᾶς καὶ εἰς βασάνους εἵλκυσαν οἰκέτας τῶν ἡμετέρων ἢ\nπαῖδας ἢ γύναια, καὶ δι᾿ αἰκισμῶν φοβερῶν ἐξαναγκάζουσι κατειπεῖν ταῦτα τὰ\nμυθολογούμενα, ἃ αὐτοὶ φανερῶς πράττουσιν· ὧν ἐπειδὴ οὐδὲν πρόσεστιν ἡμῖν,\nοὐ φροντίζομεν, θεὸν τὸν ἀγέννητον καὶ ἄῤῥητον μάρτυρα ἔχοντες τῶν τε\nλογισμῶν καὶ τῶν πράξεων. Τίνος γὰρ χάριν οὐχὶ καὶ ταῦτα δημοσίᾳ ὡμολογοῦμεν\nἀγαθὰ καὶ φιλοσοφίαν θείαν αὐτὰ ἀπεδείκνυμεν, φάσκοντες Κρόνου μὲν μυστήρια\nτελεῖν ἐν τῷ ἀνδροφονεῖν, καὶ ἐν τῷ αἵματος ἐμπίπλασθαι, ὡς λέγεται, τὰ ἴσα\nτῷ παρ᾿ ὑμῖν τιμωμένῳ\nεἰδώλῳ, ᾧ οὐ μόνον ἀλόγων ζώων αἵματα\nπροσραίνεται ἀλλὰ καὶ ἀνθρώπεια, διὰ τοῦ παρ᾿ ὑμῖν ἐπισημοτάτου καὶ\nεὐγενεστάτου ἀνδρὸς τὴν πρόσχυσιν τοῦ τῶν φονευθέντων αἵματος ποιούμενοι,\nΔιὸς δὲ καὶ τῶν ἄλλων θεῶν μιμηταὶ γενόμενοι ἐν τῷ ἀνδροβατεῖν καὶ γυναιξὶν\nἀδεῶς μίγνυσθαι, Ἐπικούρου μὲν καὶ τὰ τῶν ποιητῶν συγγράμματα ἀπολογίαν\nφέροντες; Ἐπειδὴ δὲ ταῦτα τὰ μαθήματα καὶ τοὺς ταῦτα πράξαντας καὶ\nμιμουμένους φεύγειν πείθομεν, ὡς καὶ νῦν διὰ τῶνδε τῶν λόγων ἠγωνίσμεθα,\nποικίλως πολεμούμεθα· ἀλλ᾿ οὐ φροντίζομεν, ἐπεὶ θεὸν τῶν πάντων ἐπόπτην\nδίκαιον οἴδαμεν. Εἴθε καὶ νῦν τις ἂν τραγικῇ φωνῇ ἀνεβόησεν ἐπί τι βῆμα\nὑψηλὸν ἀναβάς· Αἰδέσθητε, αἰδέσθητε ἃ φανερᾶς πράττετε εἰς ἀναιτίους\nἀναφέροντες, καὶ τὰ προσόντα καὶ ἑαυτοῖς καὶ τοῖς ὑμετέροις θεοῖς\nπεριβάλλοντες τούτοις ὧν οὐδὲν οὐδ᾿ ἐπὶ ποσὸν μετουσία ἐστί. Μετάθεσθε,\nσωφρονίσθητε.\n\nΚαὶ γὰρ ἐγώ, μαθὼν περίβλημα πονηρὸν εἰς ἀποστροφὴν τῶν ἄλλων ἀνθρώπων\nπεριτεθειμένον ὑπὸ τῶν φαύλων δαιμόνων τοῖς Χριστιανῶν θείοις διδάγμασι, καὶ\nψευδολογουμένων ταῦτα καὶ τοῦ περιβλήματος κατεγέλασα καὶ τῆς παρὰ τοῖς\nπολλοῖς δόξης. Χριστιανὸς εὑρεθῆναι καὶ εὐχόμενος καὶ παμμάχως ἀγωνιζόμενος\nὁμολογῶ, οἰχ ὅτι ἀλλότριά ἐστι τὰ Πλάτωνος διδάγματα τοῦ Χριστοῦ, ἀλλ᾿ ὅτι\nοὐκ ἔστι πάντη ὅμοια, ὥσπερ οὐδὲ τὰ τῶν ἄλλων, Στωϊκῶν τε καὶ ποιητῶν καὶ\nσυγγραφέων. Ἕκαστος γάρ τις ἀπὸ μέρους τοῦ σπερματικοῦ θείου λόγου τὸ\nσυγγενὲς ὁρῶν καλῶς ἐφθέγξατο· οἱ δὲ τἀναντία ἑαυτοῖς ἐν κυριωτέροις\nεἰρηκότες οὐκ ἐπιστήμην τὴν ἄπτωτον καὶ γνῶσιν τὴν ἀνέλεγκτον φαίνονται\nἐσχηκέναι. Ὅσα οὖν παρὰ καλῶς εἴρηται, ἡμῶν τᾶν Χριστιανῶν ἐστι· τὸν γὰρ ἀπὸ\nἀγεννήτου καὶ ἀῤῥήτου θεοῦ λόγον μετὰ τὸν θεὸν προσκυνοῦμεν καὶ ἀγαπῶμεν,\nἐπειδὴ καὶ δι᾿ ἡμᾶς ἄνθρωπος γέγονεν, ὅπως καὶ τῶν παθῶν τῶν ἡμετέρων\nσυμμέτοχος γενόμενος καὶ ἴασιν ποιήσηται. Οἱ γὰρ συγγραφεῖς πάντες διὰ τῆς\nἐνούσης ἐμφύτου τοῦ λόγου σπορᾶς ἀμυδρῶς ἐδύναντο ὁρᾶν τὰ ὄντα. Ἕτερον γάρ\nἐστι σπέρμα τινὸς καὶ μίμημα κατὰ δύναμιν δοθέν, καὶ ἕτερον αὐτό, οὗ κατὰ\nχάριν τὴν ἀπ᾿ ἐκείνου ἡ μετουσία καὶ μίμησις γίνεται.\n\nΚαὶ ὑμῦς οὖν ἀξιοῦμεν ὑπογράψαντας τὸ ὑμῖν δοκοῦν προθεῖναι\n\nτουτὶ τὸ βιβλίδιον, ὅπως καὶ τοῖς ἄλλοις τὰ ἡμέτερα γνωσθῇ καὶ δύνωνται της\nψευδοδοξίας καὶ ἀγνοίας τῶν καλῶν ἀπαλλαγῆναι, οἳ παρὰ τὴν ἑαυτῶν αἰτίαν\nὑπεύθυνοι ταῖς τιμωρίαις γίνονται [εἰς τὸ γνωσθῆναι τοῖς ἀνθρώποις ταῦτα],\nδιὰ τὸ ἐν τῇ φύσει τῇ τῶν ἀνθρώπων εἶναι τὸ γνωριστικὸν καλοῦ καὶ αἰσχροῦ,\nκαὶ διὰ τὸ ἡμῶν, οὓς οὐκ ἐπίστανται τοιαῦτα ὁποῖα λέγουσιν αἰσχρὰ πράττειν,\nκαταψηφίζεσθαι, καὶ διὰ τὸ χαίρειν τοιαῦτα πράξασι θεοῖς καὶ ἔτι νῦν\nἀπαιτοῦσι παρὰ ἀνθρώπων τὰ ὅμοια, ὡς ἐκ τοῦ καὶ ἡμῖν, ὡς τοιαῦτα πράττουσι,\nθάνατον ἢ δεσμὰ ἢ ἄλλο τι τοιοῦτον προστιμᾶν ἑαυτοὺς κατακρίνειν, ὡς μὴ\nδέεσθαι ἄλλων δικαστῶν.\n\n[Καὶ τοῦ ἐν τῷ ἐμῷ ἔθνει ἀσεβοῦς καὶ πλάνου σιμωνιανοῦ διδάγματος\nκατεφρόνησα.] Ἐὰν δὲ ὑμεῖς τοῦτο προγράψητε, ἡμεῖς τοῖς πᾶσι φανερὸν\nποιήσαιμεν, ἵνα εἰ δύναιντο μεταθῶνται· τούτου γε μόνου χάριν τούσδε τοὺς\nλόγους συνετάξαμεν. Οὐκ ἔστι δὲ ἡμῶν τὰ διδάγματα κατὰ κρίσιν σώφρονα\nαἰσχρά, ἀλλὰ πάσης μὲν φιλοσοφίας ἀνθρωπείου ὑπέρτερα· εἰ δὲ μή, κἂν\nσωταδείοις καὶ φιλαινιδείοις καὶ ἀρχεστρατείοις καὶ ἐπικουρείοις καὶ τοῖς\nἄλλοις τοῖς τοιούτοις ποιητικοῖς διδάγμασιν οὐχ ὅμοια, οἷς ἐντυγχάνειν πᾶσι,\nκαὶ λεγομένοις καὶ γεγραμμένοις, συγκεχώρηται. Καὶ παυσόμεθα λοιπόν, ὅσον\nἐφ᾿ ἡμῖν ἦν πράξαντες, καὶ προσεπευξάμενοι τῆς ἀληθείας καταξιωθῆναι τοὺς\nπάντη πάντας ἀνθρώπους. Εἴη οὖν καὶ ὑμᾶς ἀξίως εὐσεβείας καὶ φιλοσοφίας τὰ\nδίκαια ὑπὲρ ἑαυτῶν κρῖναι.\n",
    "checksumSha256": "ca380905794a49667f472b03bc63b6b1c03bcadce0ab497e6ffde8c9e2179621",
    "charCount": 21210,
    "lineCount": 324,
    "lineStartOffsets": [
      0,
      13,
      14,
      90,
      163,
      238,
      312,
      386,
      456,
      531,
      603,
      679,
      748,
      820,
      896,
      964,
      965,
      1039,
      1116,
      1191,
      1263,
      1340,
      1416,
      1493,
      1570,
      1640,
      1716,
      1786,
      1859,
      1933,
      2008,
      2082,
      2153,
      2228,
      2302,
      2368,
      2445,
      2521,
      2595,
      2661,
      2724,
      2796,
      2873,
      2947,
      3016,
      3087,
      3159,
      3232,
      3308,
      3382,
      3452,
      3528,
      3603,
      3679,
      3753,
      3826,
      3901,
      3973,
      4050,
      4124,
      4200,
      4252,
      4253,
      4293,
      4368,
      4445,
      4513,
      4586,
      4658,
      4730,
      4807,
      4875,
      4948,
      5024,
      5083,
      5084,
      5121,
      5197,
      5273,
      5347,
      5417,
      5492,
      5560,
      5637,
      5708,
      5784,
      5854,
      5927,
      6001,
      6067,
      6088,
      6129,
      6204,
      6279,
      6354,
      6424,
      6425,
      6466,
      6542,
      6617,
      6693,
      6769,
      6844,
      6916,
      6981,
      7055,
      7128,
      7199,
      7276,
      7352,
      7421,
      7493,
      7561,
      7633,
      7701,
      7711,
      7712,
      7750,
      7824,
      7899,
      7973,
      8048,
      8114,
      8182,
      8258,
      8328,
      8396,
      8472,
      8542,
      8614,
      8640,
      8675,
      8752,
      8827,
      8903,
      8979,
      9053,
      9130,
      9203,
      9273,
      9350,
      9426,
      9500,
      9571,
      9640,
      9717,
      9787,
      9828,
      9829,
      9867,
      9943,
      10012,
      10088,
      10164,
      10240,
      10316,
      10390,
      10461,
      10535,
      10611,
      10686,
      10759,
      10779,
      10780,
      10812,
      10884,
      10898,
      10944,
      11017,
      11092,
      11165,
      11241,
      11318,
      11393,
      11466,
      11536,
      11610,
      11687,
      11759,
      11834,
      11909,
      11978,
      12045,
      12122,
      12195,
      12207,
      12208,
      12286,
      12360,
      12433,
      12505,
      12579,
      12653,
      12729,
      12799,
      12870,
      12939,
      13008,
      13067,
      13134,
      13206,
      13280,
      13354,
      13423,
      13446,
      13447,
      13525,
      13602,
      13672,
      13745,
      13817,
      13892,
      13969,
      14044,
      14113,
      14187,
      14261,
      14329,
      14400,
      14472,
      14549,
      14625,
      14694,
      14764,
      14835,
      14909,
      14975,
      15051,
      15067,
      15068,
      15144,
      15221,
      15269,
      15279,
      15354,
      15425,
      15500,
      15577,
      15650,
      15720,
      15793,
      15869,
      15944,
      16020,
      16095,
      16169,
      16245,
      16318,
      16395,
      16471,
      16540,
      16610,
      16653,
      16654,
      16728,
      16799,
      16875,
      16952,
      17029,
      17104,
      17181,
      17250,
      17322,
      17397,
      17472,
      17542,
      17619,
      17695,
      17771,
      17793,
      17831,
      17899,
      17973,
      18049,
      18121,
      18188,
      18261,
      18333,
      18405,
      18474,
      18540,
      18612,
      18626,
      18627,
      18698,
      18775,
      18847,
      18923,
      18998,
      19072,
      19142,
      19211,
      19283,
      19360,
      19434,
      19504,
      19579,
      19654,
      19728,
      19782,
      19783,
      19843,
      19844,
      19920,
      19993,
      20068,
      20143,
      20219,
      20288,
      20364,
      20436,
      20460,
      20461,
      20527,
      20596,
      20670,
      20740,
      20809,
      20883,
      20960,
      21034,
      21108,
      21183,
      21210
    ],
    "normalization": {
      "lineEndings": "LF",
      "trailingWhitespace": "trimmed",
      "sourceCleanup": "script-aware-artifact-filter"
    },
    "encoding": "utf-8",
    "offsetUnit": "utf16-code-unit"
  },
  "stats": {
    "segmentCount": 17,
    "tokenCount": 3295,
    "uniqueTokenCount": 1438,
    "sentenceCount": 100,
    "witnessCount": 1
  },
  "segments": [
    {
      "id": "seg:justin-second-apology:1",
      "anchor": "c98ccd46a4421427584d",
      "order": 1,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 1,
      "charStart": 0,
      "charEnd": 12,
      "tokenCount": 2,
      "sentenceCount": 1,
      "charLength": 12,
      "lineStart": 1,
      "lineEnd": 1,
      "paragraphId": "par:justin-second-apology:1"
    },
    {
      "id": "seg:justin-second-apology:2",
      "anchor": "918ae6d9816731db9209",
      "order": 2,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 2,
      "charStart": 14,
      "charEnd": 963,
      "tokenCount": 146,
      "sentenceCount": 3,
      "charLength": 949,
      "lineStart": 3,
      "lineEnd": 15,
      "paragraphId": "par:justin-second-apology:2"
    },
    {
      "id": "seg:justin-second-apology:3",
      "anchor": "386b2b45aa31a227a9dc",
      "order": 3,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 3,
      "charStart": 965,
      "charEnd": 4251,
      "tokenCount": 479,
      "sentenceCount": 19,
      "charLength": 3286,
      "lineStart": 17,
      "lineEnd": 61,
      "paragraphId": "par:justin-second-apology:3"
    },
    {
      "id": "seg:justin-second-apology:4",
      "anchor": "45c29912aedbafd86634",
      "order": 4,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 4,
      "charStart": 4253,
      "charEnd": 5082,
      "tokenCount": 134,
      "sentenceCount": 4,
      "charLength": 829,
      "lineStart": 63,
      "lineEnd": 74,
      "paragraphId": "par:justin-second-apology:4"
    },
    {
      "id": "seg:justin-second-apology:5",
      "anchor": "f4379a49d1a81fd66a77",
      "order": 5,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 5,
      "charStart": 5084,
      "charEnd": 6423,
      "tokenCount": 208,
      "sentenceCount": 6,
      "charLength": 1339,
      "lineStart": 76,
      "lineEnd": 95,
      "paragraphId": "par:justin-second-apology:5"
    },
    {
      "id": "seg:justin-second-apology:6",
      "anchor": "d155f2fdc221e71c8a73",
      "order": 6,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 6,
      "charStart": 6425,
      "charEnd": 7710,
      "tokenCount": 206,
      "sentenceCount": 6,
      "charLength": 1285,
      "lineStart": 97,
      "lineEnd": 115,
      "paragraphId": "par:justin-second-apology:6"
    },
    {
      "id": "seg:justin-second-apology:7",
      "anchor": "0d982bb8f816cb2e3f7f",
      "order": 7,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 7,
      "charStart": 7712,
      "charEnd": 9827,
      "tokenCount": 352,
      "sentenceCount": 9,
      "charLength": 2115,
      "lineStart": 117,
      "lineEnd": 147,
      "paragraphId": "par:justin-second-apology:7"
    },
    {
      "id": "seg:justin-second-apology:8",
      "anchor": "aa219f62c9f107204a0e",
      "order": 8,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 8,
      "charStart": 9829,
      "charEnd": 10778,
      "tokenCount": 147,
      "sentenceCount": 5,
      "charLength": 949,
      "lineStart": 149,
      "lineEnd": 162,
      "paragraphId": "par:justin-second-apology:8"
    },
    {
      "id": "seg:justin-second-apology:9",
      "anchor": "061e12f2907ad2c0ba95",
      "order": 9,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 9,
      "charStart": 10780,
      "charEnd": 12206,
      "tokenCount": 225,
      "sentenceCount": 8,
      "charLength": 1426,
      "lineStart": 164,
      "lineEnd": 185,
      "paragraphId": "par:justin-second-apology:9"
    },
    {
      "id": "seg:justin-second-apology:10",
      "anchor": "6b4a01b95c81093814f9",
      "order": 10,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 10,
      "charStart": 12208,
      "charEnd": 13445,
      "tokenCount": 203,
      "sentenceCount": 5,
      "charLength": 1237,
      "lineStart": 187,
      "lineEnd": 204,
      "paragraphId": "par:justin-second-apology:10"
    },
    {
      "id": "seg:justin-second-apology:11",
      "anchor": "0a903315325faa6d1973",
      "order": 11,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 11,
      "charStart": 13447,
      "charEnd": 15066,
      "tokenCount": 252,
      "sentenceCount": 8,
      "charLength": 1619,
      "lineStart": 206,
      "lineEnd": 228,
      "paragraphId": "par:justin-second-apology:11"
    },
    {
      "id": "seg:justin-second-apology:12",
      "anchor": "fb3f4ef778147c2ab854",
      "order": 12,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 12,
      "charStart": 15068,
      "charEnd": 16652,
      "tokenCount": 251,
      "sentenceCount": 8,
      "charLength": 1584,
      "lineStart": 230,
      "lineEnd": 252,
      "paragraphId": "par:justin-second-apology:12"
    },
    {
      "id": "seg:justin-second-apology:13",
      "anchor": "0f80c9844bc96b66a615",
      "order": 13,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 13,
      "charStart": 16654,
      "charEnd": 18625,
      "tokenCount": 296,
      "sentenceCount": 6,
      "charLength": 1971,
      "lineStart": 254,
      "lineEnd": 282,
      "paragraphId": "par:justin-second-apology:13"
    },
    {
      "id": "seg:justin-second-apology:14",
      "anchor": "7324956d472a1ef902f0",
      "order": 14,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 14,
      "charStart": 18627,
      "charEnd": 19781,
      "tokenCount": 178,
      "sentenceCount": 6,
      "charLength": 1154,
      "lineStart": 284,
      "lineEnd": 299,
      "paragraphId": "par:justin-second-apology:14"
    },
    {
      "id": "seg:justin-second-apology:15",
      "anchor": "87b245d9e19a3fd56c46",
      "order": 15,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 15,
      "charStart": 19783,
      "charEnd": 19842,
      "tokenCount": 9,
      "sentenceCount": 1,
      "charLength": 59,
      "lineStart": 301,
      "lineEnd": 301,
      "paragraphId": "par:justin-second-apology:15"
    },
    {
      "id": "seg:justin-second-apology:16",
      "anchor": "c9cdd6dbcf910cc702ed",
      "order": 16,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 16,
      "charStart": 19844,
      "charEnd": 20459,
      "tokenCount": 99,
      "sentenceCount": 1,
      "charLength": 615,
      "lineStart": 303,
      "lineEnd": 311,
      "paragraphId": "par:justin-second-apology:16"
    },
    {
      "id": "seg:justin-second-apology:17",
      "anchor": "b0c7b025000400153915",
      "order": 17,
      "witnessId": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
      "witnessOrder": 1,
      "witnessSegmentOrder": 17,
      "charStart": 20461,
      "charEnd": 21209,
      "tokenCount": 108,
      "sentenceCount": 4,
      "charLength": 748,
      "lineStart": 313,
      "lineEnd": 323,
      "paragraphId": "par:justin-second-apology:17"
    }
  ],
  "structure": {
    "paragraphs": [
      {
        "id": "par:justin-second-apology:1",
        "order": 1,
        "charStart": 0,
        "charEnd": 12,
        "lineStart": 1,
        "lineEnd": 1,
        "segmentIds": [
          "seg:justin-second-apology:1"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:2",
        "order": 2,
        "charStart": 14,
        "charEnd": 963,
        "lineStart": 3,
        "lineEnd": 15,
        "segmentIds": [
          "seg:justin-second-apology:2"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:3",
        "order": 3,
        "charStart": 965,
        "charEnd": 4251,
        "lineStart": 17,
        "lineEnd": 61,
        "segmentIds": [
          "seg:justin-second-apology:3"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:4",
        "order": 4,
        "charStart": 4253,
        "charEnd": 5082,
        "lineStart": 63,
        "lineEnd": 74,
        "segmentIds": [
          "seg:justin-second-apology:4"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:5",
        "order": 5,
        "charStart": 5084,
        "charEnd": 6423,
        "lineStart": 76,
        "lineEnd": 95,
        "segmentIds": [
          "seg:justin-second-apology:5"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:6",
        "order": 6,
        "charStart": 6425,
        "charEnd": 7710,
        "lineStart": 97,
        "lineEnd": 115,
        "segmentIds": [
          "seg:justin-second-apology:6"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:7",
        "order": 7,
        "charStart": 7712,
        "charEnd": 9827,
        "lineStart": 117,
        "lineEnd": 147,
        "segmentIds": [
          "seg:justin-second-apology:7"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:8",
        "order": 8,
        "charStart": 9829,
        "charEnd": 10778,
        "lineStart": 149,
        "lineEnd": 162,
        "segmentIds": [
          "seg:justin-second-apology:8"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:9",
        "order": 9,
        "charStart": 10780,
        "charEnd": 12206,
        "lineStart": 164,
        "lineEnd": 185,
        "segmentIds": [
          "seg:justin-second-apology:9"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:10",
        "order": 10,
        "charStart": 12208,
        "charEnd": 13445,
        "lineStart": 187,
        "lineEnd": 204,
        "segmentIds": [
          "seg:justin-second-apology:10"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:11",
        "order": 11,
        "charStart": 13447,
        "charEnd": 15066,
        "lineStart": 206,
        "lineEnd": 228,
        "segmentIds": [
          "seg:justin-second-apology:11"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:12",
        "order": 12,
        "charStart": 15068,
        "charEnd": 16652,
        "lineStart": 230,
        "lineEnd": 252,
        "segmentIds": [
          "seg:justin-second-apology:12"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:13",
        "order": 13,
        "charStart": 16654,
        "charEnd": 18625,
        "lineStart": 254,
        "lineEnd": 282,
        "segmentIds": [
          "seg:justin-second-apology:13"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:14",
        "order": 14,
        "charStart": 18627,
        "charEnd": 19781,
        "lineStart": 284,
        "lineEnd": 299,
        "segmentIds": [
          "seg:justin-second-apology:14"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:15",
        "order": 15,
        "charStart": 19783,
        "charEnd": 19842,
        "lineStart": 301,
        "lineEnd": 301,
        "segmentIds": [
          "seg:justin-second-apology:15"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:16",
        "order": 16,
        "charStart": 19844,
        "charEnd": 20459,
        "lineStart": 303,
        "lineEnd": 311,
        "segmentIds": [
          "seg:justin-second-apology:16"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      },
      {
        "id": "par:justin-second-apology:17",
        "order": 17,
        "charStart": 20461,
        "charEnd": 21210,
        "lineStart": 313,
        "lineEnd": 323,
        "segmentIds": [
          "seg:justin-second-apology:17"
        ],
        "witnessIds": [
          "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2"
        ]
      }
    ],
    "witnesses": [
      {
        "id": "urn:cts:greekLit:tlg0645.tlg002.perseus-grc2",
        "order": 1,
        "charStart": 0,
        "charEnd": 21209,
        "segmentIds": [
          "seg:justin-second-apology:1",
          "seg:justin-second-apology:2",
          "seg:justin-second-apology:3",
          "seg:justin-second-apology:4",
          "seg:justin-second-apology:5",
          "seg:justin-second-apology:6",
          "seg:justin-second-apology:7",
          "seg:justin-second-apology:8",
          "seg:justin-second-apology:9",
          "seg:justin-second-apology:10",
          "seg:justin-second-apology:11",
          "seg:justin-second-apology:12",
          "seg:justin-second-apology:13",
          "seg:justin-second-apology:14",
          "seg:justin-second-apology:15",
          "seg:justin-second-apology:16",
          "seg:justin-second-apology:17"
        ],
        "segmentCount": 17
      }
    ]
  }
}
